Μετάβαση στο κύριο περιεχόμενο
Διάφορα · 18/09/2026

Γέτες (Ηρόδοτος)Δ βιβλίο 430π.χ


Γέτες (Ηρόδοτος)Δ βιβλίο 430π.χ


Λέγοντας πως είναι αθάνατοι, νά τί εννοούν· πιστεύουν ότι δεν πεθαίνουν και ότι καθένας τους που χάνεται πηγαίνει και συναντά τον θεό τον Σάλμοξη· κι άλλοι τους τον ίδιο αυτό θεό τον λένε Γεβελέιζη. [4.94.2] Και κάθε πέντε χρόνια έναν τους, που του έπεσε ο κλήρος, τον στέλνουν μαντατοφόρο στον Σάλμοξη, με παραγγελίες για ό,τι κάθε φορά έχουν ανάγκη. Νά πώς τον στέλνουν· ορισμένοι απ᾽ αυτούς μπαίνουν στη γραμμή κρατώντας τρία ακόντια, κι άλλοι πιάνουν απ᾽ τα χέρια κι απ᾽ τα πόδια αυτόν που στέλνουν να συναντήσει τον Σάλμοξη, κι αφού τον ανεβοκατεβάσουν στον αέρα, τον ρίχνουν πάνω στις αιχμές των ακοντίων. [4.94.3] Κι αν ετούτος σφηνωθεί στις αιχμές και πεθάνει, πιστεύουν ότι εξιλέωσαν τον θεό· αν όμως δεν πεθάνει, τα βάζουν με τον μαντατοφόρο, λέγοντας πως είναι κακός, κι αφού τον φορτώσουν με κατηγορίες, στέλνουν άλλον· ό,τι παραγγελίες έχουν του τις δίνουν όσο ακόμα είναι ζωντανός. [4.94.4] Οι ίδιοι αυτοί Θράκες, όταν βροντά κι αστράφτει, ρίχνοντας βέλη ψηλά προς τον ουρανό φοβερίζουν το θεό, γιατί πιστεύουν πως δεν υπάρχει άλλος θεός εκτός απ᾽ τον δικό τους.


ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος ὁ Δαρεῖος ὡς ἐστρατοπεδεύσατο, ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα, γράμματα ἐγγράψας λέγοντα τάδε· [4.91.2] Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν· καὶ ἐπ᾽ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστός τε καὶ κάλλιστος πάντων ἀνθρώπων, Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς. ταῦτα δὴ ἐνθαῦτα ἐγράφη. [4.92.1] Δαρεῖος δὲ ἐνθεῦτεν ὁρμηθεὶς ἀπίκετο ἐπ᾽ ἄλλον ποταμὸν τῷ οὔνομα Ἀρτησκός ἐστι, ὃς διὰ Ὀδρυσέων ῥέει. ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ἀπικόμενος ἐποίησε τοιόνδε· ἀποδέξας χωρίον τῇ στρατιῇ ἐκέλευε πάντα ἄνδρα λίθον ἕνα παρεξιόντα τιθέναι ἐς τὸ ἀποδεδεγμένον τοῦτο χωρίον. ὡς δὲ ταῦτα ἡ στρατιὴ ἐπετέλεσε, ἐνθαῦτα κολωνοὺς μεγάλους τῶν λίθων καταλιπὼν ἀπήλαυνε τὴν στρατιήν. [4.93.1] πρὶν δὲ ἀπικέσθαι ἐπὶ τὸν Ἴστρον, πρώτους αἱρέει Γέτας τοὺς ἀθανατίζοντας. οἱ μὲν γὰρ τὸν Σαλμυδησσὸν ἔχοντες Θρήικες καὶ ὑπὲρ Ἀπολλωνίης τε καὶ Μεσαμβρίης πόλιος οἰκημένοι, καλεόμενοι δὲ Σκυρμιάδαι καὶ Νιψαῖοι, ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν Δαρείῳ· οἱ δὲ Γέται πρὸς ἀγνωμοσύνην τραπόμενοι αὐτίκα ἐδουλώθησαν, Θρηίκων ἐόντες ἀνδρηιότατοι καὶ δικαιότατοι. [4.94.1] ἀθανατίζουσι δὲ τόνδε τὸν τρόπον· οὔτε ἀποθνῄσκειν ἑωυτοὺς νομίζουσι ἰέναι τε τὸν ἀπολλύμενον παρὰ Σάλμοξιν δαίμονα· οἱ δὲ αὐτῶν τὸν αὐτὸν τοῦτον ὀνομάζουσι Γεβελέϊζιν. [4.94.2] διὰ πεντετηρίδος δὲ τὸν πάλῳ λαχόντα αἰεὶ σφέων αὐτῶν ἀποπέμπουσι ἄγγελον παρὰ τὸν Σάλμοξιν, ἐντελλόμενοι τῶν ἂν ἑκάστοτε δέωνται. πέμπουσι δὲ ὧδε· οἱ μὲν αὐτῶν ταχθέντες ἀκόντια τρία ἔχουσι, ἄλλοι δὲ διαλαβόντες τοῦ ἀποπεμπομένου παρὰ τὸν Σάλμοξιν τὰς χεῖρας καὶ τοὺς πόδας, ἀνακινήσαντες αὐτὸν μετέωρον ῥίπτουσι ἐς τὰς λόγχας. [4.94.3] ἢν μὲν δὴ ἀποθάνῃ ἀναπαρείς, τοῖσι δὲ ἵλεος ὁ θεὸς δοκέει εἶναι· ἢν δὲ μὴ ἀποθάνῃ, αἰτιῶνται αὐτὸν τὸν ἄγγελον, φάμενοί μιν ἄνδρα κακὸν εἶναι, αἰτιησάμενοι δὲ τοῦτον ἄλλον ἀποπέμπουσι· ἐντέλλονται δὲ ἔτι ζῶντι. [4.94.4] οὗτοι οἱ αὐτοὶ Θρήικες καὶ πρὸς βροντήν τε καὶ ἀστραπὴν τοξεύοντες ἄνω πρὸς τὸν οὐρανὸν ἀπειλέουσι τῷ θεῷ, οὐδένα ἄλλον θεὸν νομίζοντες εἶναι εἰ μὴ τὸν σφέτερον.